Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.131.2 | Hdt. 1.132.3 (English) | >>Hdt. 1.133.4 |
1.132.1
θυσίη δὲ τοῖσι Πέρσῃσι περὶ τοὺς εἰρημένους θεοὺς ἥδε κατέστηκε · οὔτε βωμοὺς ποιεῦνται οὔτε πῦρ ἀνακαίουσι μέλλοντες θύειν , οὐ σπονδῇ χρέωνται , οὐκὶ αὐλῷ , οὐ στέμμασι , οὐκὶ οὐλῇσι · τῶν δὲ ὡς ἑκάστῳ θύειν θέλῃ , ἐς χῶρον καθαρὸν ἀγαγὼν τὸ κτῆνος καλέει τὸν θεόν , ἐστεφανωμένος τὸν τιάραν μυρσίνῃ μάλιστα .
1.132.2 ἑωυτῷ μὲν δὴ τῷ θύοντι ἰδίῃ μούνῳ οὔ οἱ ἐγγίνεται ἀρᾶσθαι ἀγαθά , ὁ δὲ τοῖσι πᾶσι Πέρσῃσι κατεύχεται εὖ γίνεσθαι καὶ τῷ βασιλέι · ἐν γὰρ δὴ τοῖσι ἅπασι Πέρσῃσι καὶ αὐτὸς γίνεται . ἐπεὰν δὲ διαμιστύλας κατὰ μέλεα τὸ ἱρήιον ἑψήσῃ τὰ κρέα ὑποπάσας ποίην ὡς ἁπαλωτάτην , μάλιστα δὲ τὸ τρίφυλλον , ἐπὶ ταύτης ἔθηκε ὦν πάντα τὰ κρέα .
1.132.3 διαθέντος δὲ αὐτοῦ Μάγος ἀνὴρ παρεστεὼς ἐπαείδει θεογονίην , οἵην δὴ ἐκεῖνοι λέγουσι εἶναι τὴν ἐπαοιδήν · ἄνευ γὰρ δὴ Μάγου οὔ σφι νόμος ἐστὶ θυσίας ποιέεσθαι . ἐπισχὼν δὲ ὀλίγον χρόνον ἀποφέρεται ὁ θύσας τὰ κρέα καὶ χρᾶται ὅ τι μιν λόγος αἱρέει .
ch. 133
1.133.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.131.2 | Hdt. 1.132.3 (English) | >>Hdt. 1.133.4 |